Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.169 Joseph. AJ 7.174 (English) >>Joseph. AJ 7.178

7.172περιτυχὼν δʼ αὐτῇ ἀδελφὸς Ἀψάλωμος ἀνέκρινε, τίνος αὐτῇ δεινοῦ συμβάντος οὕτως ἔχει, κατειπούσης δʼ αὐτῆς πρὸς αὐτὸν τὴν ὕβριν ἡσυχάζειν καὶ μετρίως φέρειν παρηγόρει καὶ μὴ νομίζειν ὑβρίσθαι φθαρεῖσαν ὑπʼ ἀδελφοῦ. πεισθεῖσα οὖν παύεται τῆς βοῆς καὶ τοῦ πρὸς πολλοὺς τὴν βίαν ἐκφέρειν, καὶ πολὺν χρόνον χηρεύουσα παρὰ Ἀψαλώμῳ τῷ ἀδελφῷ διεκαρτέρησε. 7.173

Γνοὺς δὲ τοῦθʼ πατὴρ Δαυίδης τοῖς μὲν πεπραγμένοις ἤχθετο, φιλῶν δὲ τὸν Ἀμνῶνα σφόδρα, πρεσβύτατος γὰρ ἦν αὐτῷ υἱός, μὴ λυπεῖν αὐτὸν ἠναγκάζετο. δὲ Ἀψάλωμος ἐμίσει χαλεπῶς αὐτὸν καὶ λανθάνων καιρὸν εἰς ἄμυναν αὐτοῦ τῆς ἁμαρτίας ἐπιτήδειον παρεφύλαττεν. 7.174ἔτος δʼ ἤδη τοῖς περὶ τὴν ἀδελφὴν αὐτοῦ πταίσμασιν διεληλύθει δεύτερον, καὶ μέλλων ἐπὶ τὴν τῶν ἰδίων κουρὰν ἐξιέναι θρεμμάτων εἰς Βελσεφών, πόλις δʼ ἐστὶν αὕτη τῆς Ἐφράμου κληρουχίας, παρακαλεῖ τὸν πατέρα σὺν καὶ τοῖς ἀδελφοῖς ἐλθεῖν πρὸς αὐτὸν ἐφʼ ἑστίασιν. 7.175παραιτησαμένου δʼ ὡς μὴ βαρὺς αὐτῷ γένοιτο, τοὺς ἀδελφοὺς ἀποστεῖλαι παρεκάλεσε. πέμψαντος δὲ τοῖς ἰδίοις ἐκέλευσεν ὁπηνίκʼ ἂν ἴδωσι τὸν Ἀμνῶνα μέθῃ παρειμένον καὶ κάρῳ, νεύσαντος αὐτοῦ φονεύσωσι μηδένα φοβηθέντες. 7.176

Ὡς δʼ ἐποίησαν τὸ προσταχθὲν ἔκπληξις καὶ ταραχὴ τοὺς ἀδελφοὺς λαμβάνει, καὶ δείσαντες τοῖς αὑτῶν ἐμπηδήσαντες ἵπποις ἐφέροντο πρὸς τὸν πατέρα. φθάσας δέ τις αὐτοὺς ἅπαντας ὑπὸ Ἀψαλώμου πεφονεῦσθαι τῷ πατρὶ προσήγγειλεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.169 Joseph. AJ 7.174 (English) >>Joseph. AJ 7.178

Powered by PhiloLogic